The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
  2. λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι.
Ἀντιγόνη
  1. σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;
Παιδαγωγός
  1. σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα,
  2. σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων
  3. ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.
Ἀντιγόνη
  1. τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ
  2. καταβόστρυχος, ὄμμασι γοργὸς
  3. εἰσιδεῖν νεανίας,
  4. λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ
  5. πάνοπλος ἀμφέπει;
Παιδαγωγός
  1. ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.
Ἀντιγόνη
  1. ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος
  2. Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,
  3. ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.
Παιδαγωγός
  1. εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν·
  2. ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί.
Ἀντιγόνη
  1. ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς
  2. πολυπόνῳ μοίρᾳ;
  3. ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον.