The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
  2. ἤδη ψυχρὰν λοιβὰν φονίαν,
  3. ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·
  4. χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
  5. σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.
  6. πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν,
  7. ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς
  8. τάδε τελευτᾷ.
Χορός
  1. πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
  2. τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.
Κρέων
  1. οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου
  2. μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον