The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ξίφεσιν βρίθων
- καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
- ὦ πάτερ, ὤ μοι.
- αἰαῖ.
- τί τάδε καταστένεις,
- τέκνα.
- διʼ ὀδύνας ἔβας·
- εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων
- ἀελίου τάδε σώματα νεκρῶν
- ὄμματος αὐγαῖς σαῖς ἐπενώμας —
- τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·
- ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;
- δάκρυα γοερὰ
- φανερὰ πᾶσι τιθεμένα,
- τέκεσι μαστὸν ἔφερεν ἔφερεν
- ἱκέτις ἱκέτιν ὀρομένα.
- ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα
- λωτοτρόφον κατὰ λείμακα λόγχαις,
- κοινὸν ἐνυάλιον,
- μάτηρ, ὥστε λέοντας ἐναύλους,