The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλαίνων γεραιὸν
- πόδʼ ἢ δεμνίοις δύ-
- στανος ἰαύων;
- τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
- ποδὸς ἐξάγαγες ἐς φῶς
- λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
- τροτάτοισιν δακρύοισιν,
- πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ
- νέκυν ἔνερθεν ἢ
- πτανὸν ὄνειρον;
- δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,
- πάτερ, οὐκέτι σοι τέκνα λεύσσει
- φάος οὐδʼ ἄλοχος, παραβάκτροις
- ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
- ὦ πάτερ, ὤμοι.
- ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν.
- τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ
- πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
- οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν,
- ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ