The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,
  2. μονομάτορσιν ὀδυρμοῖς
  3. ἐμοῖς ἄχεσι συνῳδός;
  4. αἴλινον αἰάγμασιν ἃ
  5. τοῖσδε προκλαίω μονάδʼ αἰ-
  6. ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν
  7. λειβομένοισιν δάκρυσιν ἰαχήσω.
  8. τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί-
  9. τας σπαραγμοῖς ἀπαρχὰς βάλω;
  10. ματρὸς ἐμᾶς ἢ διδύμοι-
  11. σι γάλακτος παρὰ μαστοῖς
  12. ἢ πρὸς ἀδελ-
  13. φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;
  14. ὀτοτοτοῖ λεῖπε σοὺς
  15. δόμους, ἀλαὸν ὄμμα φέρων,
  16. πάτερ γεραιέ, δεῖξον,
  17. Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ
  18. δώμασιν ἀέριον σκότον ὄμμασι
  19. σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
  20. κλύεις, ὦ κατʼ αὐλὰν