The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ
- αἵματι δεινῷ, αἵματι λυγρῷ.
- τίνα προσῳδὸν
- ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
- δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
- ἀγκαλέσωμαι,
- τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,
- ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;
- ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
- τᾶς ἀγρίας ὅτε
- δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
- Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
- ἰώ μοί μοι, πάτερ,
- τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
- τῶν προπάροιθʼ εὐγενετᾶν
- ἕτερος ἔτλα κακῶν τοσῶνδʼ
- αἵματος ἁμερίου
- τοιάδʼ ἄχεα φανερά;
- τάλαινʼ, ὡς ἐλελίζει —
- τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ