The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·
- στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
- κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν
- ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
- διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
- Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.
- ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
- χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον
- μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης
- ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.
- ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων
- ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας