The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,
- ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
- εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
- λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.
- ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν
- ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
- πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς
- ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
- Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον
- ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
- τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί,
- πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,