The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.
  2. καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
  3. ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός.
  4. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
  5. λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,
  6. πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
  7. προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ
  8. καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.
  9. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
  10. σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
  11. ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,
  12. ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν