The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ
  2. ἀμφὶ βραχίονι κουφίζων;
Παιδαγωγός
  1. λοχαγός, ὦ δέσποινα.
Ἀντιγόνη
  1. τίς, πόθεν γεγώς;
  2. αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;
Παιδαγωγός
  1. οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
  2. Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.
Ἀντιγόνη
  1. ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
  2. γίγαντι γηγενέτᾳ προσόμοιος
  3. ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος
  4. ἁμερίῳ γέννᾳ.
Παιδαγωγός
  1. τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;
Ἀντιγόνη
  1. ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.
  2. τίς δʼ ἐστὶν οὗτος;
Παιδαγωγός
  1. παῖς μὲν Οἰνέως ἔφυ
  2. Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.
Ἀντιγόνη
  1. οὗτος ὁ τᾶς Πολυνείκεος,
  2. ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας
  3. ὁμόγαμος κυρεῖ;
  4. ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.