The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση,
  2. κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.
  3. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
  4. βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη,
  5. δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
  6. ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν
  7. κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
  8. ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς
  9. σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,
  10. ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι·
  11. κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν
  12. ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας·