The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα.
- ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις
- οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
- ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον
- δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα
- ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.
- βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς·
- ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις
- ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα —
- δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν
- καθαιματῶσαι δεξιὰν νικηφόρον· —
- αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.