The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.
Ἄγγελος
  1. εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.
Κρέων
  1. καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα;
Ἄγγελος
  1. τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.
Χορός
  1. ἀνάγετʼ ἀνάγετε κωκυ-
  2. τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.
Κρέων
  1. ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου
  2. γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.
  3. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
  4. ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι.
Ἄγγελος
  1. τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
  2. οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.