The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
Ἄγγελος
  1. ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;
Κρέων
  1. οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.
Ἄγγελος
  1. ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
Κρέων
  1. πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;
Ἄγγελος
  1. οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
Κρέων
  1. αἰαῖ·
  2. μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
  3. ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε
  4. παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
Χορός
  1. ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.
Κρέων
  1. οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,