The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
- ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;
- οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.
- ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
- πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;
- οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
- αἰαῖ·
- μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
- ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε
- παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
- ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.
- οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,
- οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.
- εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.
- καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα;
- τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.
- ἀνάγετʼ ἀνάγετε κωκυ-
- τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.
- ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου
- γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.