The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
  2. ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι.
Ἄγγελος
  1. τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
  2. οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.
  3. ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα.
  4. ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις
  5. οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
  6. ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον
  7. δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα
  8. ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.
  9. βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς·
  10. ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις
  11. ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα —
  12. δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν
  13. καθαιματῶσαι δεξιὰν νικηφόρον· —
  14. αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.
  15. πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση,
  16. κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.
  17. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
  18. βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη,