The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί·
  2. ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν
  3. αὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν,
  4. βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέτα
  5. γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως
  6. λούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν.
  7. τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα
  8. τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.
Χορός
  1. βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων
  2. κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.
Κρέων
  1. ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.
Χορός
  1. ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ
  2. ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ.
Κρέων
  1. πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ
  2. οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.
Χορός
  1. ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·
  2. δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,
  3. ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
Κρέων
  1. οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,
  2. σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου