The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων
- κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.
- ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.
- ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ
- ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ.
- πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ
- οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.
- ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·
- δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,
- ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
- οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,
- σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου