The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. διʼ ἀσπίδων, διʼ αἱμάτων;
  2. τάλαινʼ ἐγὼ τάλαινα, πό-
  3. τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;
Χορός
  1. φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,
  2. φόνιαι ψυχαὶ δορὶ παλλόμεναι
  3. πέσεα πέσεα δάιʼ αὐ-
  4. τίχʼ αἱμάξετον.
  5. τάλανες, ὅ τι ποτὲ μονομάχον
  6. ἐπὶ φρένʼ ἠλθέτην,
  7. βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν
  8. μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.
  9. σχεδὸν τύχα πέλας φόνου·
  10. κρινεῖ φάος τὸ μέλλον. ἄ-
  11. ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.
Χορός
  1. ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ
  2. πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.
Κρέων
  1. οἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλιν
  2. στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος
  3. τοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι;
  4. ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών,