The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.
  2. πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε
  3. Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι.
  4. ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις
  5. ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
  6. ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις
  7. δισσοὶ γέροντος Οἰδίπου νεανίαι·
  8. φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς
  9. Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.
  10. ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην
  11. μαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ.
  12. παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλων
  13. λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε·
  14. Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας
  15. τρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον·
  16. Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς,
  17. νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.
  18. τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.
  19. μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς
  20. ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν