The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει,
  2. νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.
  3. ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
  4. ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα
  5. δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας·
  6. κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται
  7. δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν.
Ἰοκάστη
  1. ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος·
  2. οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι
  3. νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,
  4. ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν
  5. ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ
  6. ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.
Ἀντιγόνη
  1. τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν
  2. φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ἰοκάστη
  1. ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Ἀντιγόνη
  1. πῶς εἶπας;
Ἰοκάστη
  1. αἰχμὴν ἐς μίαν καθέστατον.
Ἀντιγόνη
  1. οἲ ʼγώ, τί λέξεις, μῆτερ;
Ἰοκάστη
  1. οὐ φίλʼ, ἀλλʼ ἕπου.