The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου
  2. φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
  3. τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
  4. αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,
  5. λέξαντες Ἀργείοισι Καδμείοισί τε
  6. ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.
  7. Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς
  8. πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ·
  9. ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται
  10. Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε,
  11. Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
  12. ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.
  13. ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
  14. μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην·
  15. κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος,
  16. ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ·
  17. ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα
  18. νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
  19. Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.
  20. τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος