The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς
  2. ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει·
  3. καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
Χορός
  1. καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ
  2. γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
Ἰοκάστη
  1. καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·
  2. παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
  3. Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων
  4. τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
  5. παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
  6. ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,
  7. τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.
Ἄγγελος
  1. ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.
Ἰοκάστη
  1. τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.
Ἄγγελος
  1. μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
Ἰοκάστη
  1. καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.
Ἄγγελος
  1. μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
Ἰοκάστη
  1. κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
Ἄγγελος
  1. κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά.
Ἰοκάστη
  1. ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.