The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου
- φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
- τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
- αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,
- λέξαντες Ἀργείοισι Καδμείοισί τε
- ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.
- Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς
- πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ·
- ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται
- Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε,
- Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
- ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.