The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
- παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
- ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,
- τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.
- ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.
- τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.
- μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
- καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.
- μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
- κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
- κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά.
- ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.