The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
- μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην·
- κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος,
- ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ·
- ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα
- νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
- Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.
- τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος
- ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.
- πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε
- Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι.
- ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις