The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
  2. τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι,
  3. νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.
  4. πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
  5. ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς
  6. ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει·
  7. καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
Χορός
  1. καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ
  2. γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
Ἰοκάστη
  1. καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·
  2. παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
  3. Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων