The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος
- ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,
- κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.
- ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων
- βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ
- χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων
- ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
- κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,
- χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος
- εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.
- ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
- ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
- οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας
- ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους
- ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα
- συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·
- ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
- τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι,
- νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.
- πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς