The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ
  2. χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων
  3. ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
  4. κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,
  5. χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος
  6. εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.
  7. ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
  8. ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
  9. οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας
  10. ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους
  11. ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα
  12. συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·