The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
- πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας
- ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
- Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;
- μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
- ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε,
- μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
- τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.
- καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος
- ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,
- κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.
- ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων