The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ
  2. ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·
  3. ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
  4. ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν
  5. καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον
  6. τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.
  7. ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας,
  8. ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ.
  9. ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
  10. Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
  11. πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων
  12. λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν
  13. κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
  14. πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας
  15. ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
  16. Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;
  17. μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
  18. ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε,
  19. μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
  20. τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.