The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀχά τʼ ἦν ὅμοιος,
- ὁπότε πόλεος ἀφανίσειεν
- ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.
- χρόνῳ δʼ ἔβα
- Πυθίαις ἀποστολαῖσιν
- Οἰδίπους ὁ τλάμων
- Θηβαίαν τάνδε γᾶν
- τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη·
- ματρὶ γὰρ γάμους
- δυσγάμους τάλας
- καλλίνικος ὢν
- αἰνιγμάτων συνάπτει,
- μιαίνει δὲ πτόλιν·
- διʼ αἱμάτων δʼ ἀμείβει
- μυσαρὸν εἰς ἀγῶνα
- καταβαλὼν ἀραῖσι
- τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,
- ὃς ἐπὶ θάνατον οἴχεται
- γᾶς ὑπὲρ πατρῴας,
- Κρέοντι μὲν λιπὼν γόους,