The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πολύφθορος πολύστονος
- μειξοπάρθενος,
- δάιον τέρας,
- φοιτάσι πτεροῖς
- χαλαῖσί τʼ ὠμοσίτοις·
- Διρκαίων ἅ ποτʼ ἐκ
- τόπων νέους πεδαίρουσʼ
- ἄλυρον ἀμφὶ μοῦσαν
- ὀλομέναν τʼ Ἐρινὺν
- ἔφερες ἔφερες ἄχεα πατρίδι
- φόνια· φόνιος ἐκ θεῶν
- ὃς τάδʼ ἦν ὁ πράξας.
- ἰάλεμοι δὲ ματέρων,
- ἰάλεμοι δὲ παρθένων
- ἐστέναζον οἴκοις·
- ἰηιήιον βοάν,
- ἰηιήιον μέλος,
- ἄλλος ἄλλʼ ἐπωτότυζε
- διαδοχαῖς ἀνὰ πτόλιν.
- βροντᾷ δὲ στεναγμὸς