The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς
- καλλίνικα θήσων.
- γενοίμεθʼ ὧδε ματέρες
- γενοίμεθʼ εὔτεκνοι, φίλα
- Παλλάς, ἃ δράκοντος αἷμα
- λιθόβολον κατειργάσω,
- Καδμείαν μέριμναν
- ὁρμήσασʼ ἐπʼ ἔργον,
- ὅθεν ἐπέσυτο τάνδε γαῖαν
- ἁρπαγαῖσι δαιμόνων τις ἄτα.
- ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
- ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων.
- ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως
- ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,
- λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων.
- ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων
- Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα
- βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
- τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος;
- τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.