Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τεῦκρος
  1. θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ἑλένη
  1. καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;
Τεῦκρος
  1. ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.
Ἑλένη
  1. σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος
  1. ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη
  1. ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος
  1. καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη
  1. ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος
  1. ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη
  1. ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
Τεῦκρος
  1. καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
Ἑλένη
  1. πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος
  1. ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ἑλένη
  1. χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;
Τεῦκρος
  1. πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη
  1. ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος
  1. Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
Ἑλένη
  1. εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;
Τεῦκρος
  1. ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.