Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
Τεῦκρος
  1. ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη
  1. οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τεῦκρος
  1. αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
Ἑλένη
  1. ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος
  1. οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
Ἑλένη
  1. αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.
Τεῦκρος
  1. ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ἑλένη
  1. οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος
  1. ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
Ἑλένη
  1. ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος
  1. μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ἑλένη
  1. κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;
Τεῦκρος
  1. οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.
Ἑλένη
  1. ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;
Τεῦκρος
  1. Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ἑλένη
  1. οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τεῦκρος
  1. φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη
  1. οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος
  1. τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.