Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
- μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
- σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
- τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
- εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
- οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
- ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;
- ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
- Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
- τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
- φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
- τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
- Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
- ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
- Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.
- πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
- οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
- μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
- τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
- ναί·