Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
  2. πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
  3. τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
  4. τάφου καταστάζωσι· κεισόμεσθα δὲ
  5. νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,
  6. ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
  7. οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
  8. οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,
  9. εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.
  10. τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
  11. ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
  12. κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
  13. μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
  14. ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.
Χορός
  1. ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
  2. οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
Θεονόη
  1. ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,
  2. φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
  3. οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν
  4. δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.