Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
  2. ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα
  3. ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
  4. Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,
  5. ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ
  6. ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·
  7. πειράσομαι δὲ παρθένος μένειν ἀεί.
  8. ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,
  9. ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,
  10. εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
  11. ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.
  12. καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις
  13. καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
  14. τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει
  15. ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
  16. ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
  17. ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ
  18. ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
  19. εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,
  20. ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.