Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
- ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
- ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
- οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·
- ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
- οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
- κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
- ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
- ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα
- πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·
- ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
- ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
- κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
- εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
- ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
- ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,
- πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
- κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
- ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,
- λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,