Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
- ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
- οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
- οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
- λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
- ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ
- οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
- δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
- καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
- ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
- ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
- αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
- ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
- ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,
- ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,
- ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
- ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
- ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
- καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
- λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·