Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,
  2. τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
  3. τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,
  4. ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·
  5. Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
  6. ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν
  7. πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
  8. ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
  9. κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
  10. ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,
  11. πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,
  12. ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,
  13. τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν
  14. ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
  15. κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,
  16. πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·
  17. νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
  18. μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·
  19. δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
  20. πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε