Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
- μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
- κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
- ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.
- κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
- καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους
- τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
- ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
- Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
- τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
- πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
- τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
- ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
- πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας
- βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
- δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
- νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.
- εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη
- τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
- τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,