Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
- δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
- Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
- ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ
- τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.
- τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,
- λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,
- εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
- κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε
- εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς ---
- τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
- παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
- ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
- καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
- ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
- λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
- μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
- τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
- σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
- τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,