Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.
  2. Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
  3. ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.
Θεονόη
  1. ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
  2. θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
  3. ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
  4. σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
  5. στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
  6. κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
  7. νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
  8. ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.
  9. Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;
  10. ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,
  11. νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
  12. ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
  13. οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
  14. ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
  15. ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.
  16. Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
  17. νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει