Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
- πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα
- λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας·
- τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
- οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,
- ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,
- Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,
- τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
- οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;
- μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
- εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο
- κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
- κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
- ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος
- τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
- οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.
- Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων
- ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος
- κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;
- ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον