Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.
- πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.
- θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
- ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν —
- τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
- παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
- πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
- κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.
- σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
- ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
- φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
- θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.
- προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
- ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα ---
- τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;
- ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
- ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
- ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
- κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
- πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;