Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
- Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
- σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
- θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
- τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
- ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
- ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
- μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
- τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
- πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
- βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
- ἔα·
- ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
- γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
- πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
- Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ
- γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
- ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
- τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης
- καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;