Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
- ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
- ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
- ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.
- ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
- ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
- τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
- ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
- τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
- οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.
- τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
- πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
- οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
- ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
- τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
- ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
- ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
- ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
- βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;
- ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.