Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
  2. κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
  3. τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
  1. ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ.
  2. τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
  3. τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα
  4. Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,
  5. σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν
  6. μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι,
  7. πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
  1. κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.
  2. ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
  3. πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
  1. ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
  2. ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
  1. φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον
  2. σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενελέως
  1. πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
  1. φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.
  2. θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.